Πλάτωνος Πρωταγόρας, ΕΝΟΤΗΤΑ 3 (321b6-322a):

ἅ­τε δὴ οὖν οὐ πά­νυ τι σο­φὸς ὢν ὁ ᾿Ε­πι­μη­θεὺς ἔ­λα­θεν αὑ­τὸν κα­τα­να­λώ­σας τὰς δυ­νά­μεις εἰς τὰ ἄ­λο­γα· λοι­πὸν δὴ ἀ­κό­σμη­τον ἔ­τι αὐ­τῷ ἦν τὸ ἀν­θρώ­πων γέ­νος, καὶ ἠ­πό­ρει ὅ­τι χρή­σαι­το. ἀ­πο­ροῦ­ντι δὲ αὐ­τῷ ἔρ­χε­ται Προ­μη­θεὺς ἐ­πι­σκε­ψό­με­νος τὴν νο­μήν, καὶ ὁ­ρᾷ τὰ μὲν ἄλ­λα ζῷ­α ἐμ­με­λῶς πά­ντων ἔ­χο­ντα, τὸν δὲ ἄν­θρω­πον γυ­μνόν τε καὶ ἀ­νυ­πό­δη­τον καὶ ἄ­στρω­τον καὶ ἄ­ο­πλον· ἤ­δη δὲ καὶ ἡ εἱ­μαρ­μέ­νη ἡ­μέ­ρα πα­ρῆν, ἐν ᾗ ἔ­δει καὶ ἄν­θρω­πον ἐ­ξι­έ­ναι ἐκ γῆς εἰς φῶς. ἀ­πο­ρί­ᾳ οὖν σχό­με­νος ὁ Προ­μη­θεὺς ἥ­ντι­να σω­τη­ρί­αν τῷ ἀν­θρώ­πῳ εὕ­ροι, κλέ­πτει ῾Η­φαί­στου καὶ ᾿Α­θη­νᾶς τὴν ἔ­ντε­χνον σο­φί­αν σὺν πυ­ρί–ἀ­μή­χα­νον γὰρ ἦν ἄ­νευ πυ­ρὸς αὐ­τὴν κτη­τήν τῳ ἢ χρη­σί­μην γε­νέ­σθαι–καὶ οὕ­τω δὴ δω­ρεῖ­ται ἀν­θρώ­πῳ. τὴν μὲν οὖν πε­ρὶ τὸν βί­ον σο­φί­αν ἄν­θρω­πος ταύ­τῃ ἔ­σχεν, τὴν δὲ πο­λι­τι­κὴν οὐκ εἶ­χεν· ἦν γὰρ πα­ρὰ τῷ Δι­ί. τῷ δὲ Προ­μη­θεῖ εἰς μὲν τὴν ἀ­κρό­πο­λιν τὴν τοῦ Δι­ὸς οἴ­κη­σιν οὐ­κέ­τι ἐ­νε­χώ­ρει εἰ­σελ­θεῖν–πρὸς δὲ καὶ αἱ Δι­ὸς φυ­λα­καὶ φο­βε­ραὶ ἦ­σαν–εἰς δὲ τὸ τῆς ᾿Α­θη­νᾶς καὶ ῾Η­φαί­στου οἴ­κη­μα τὸ κοι­νόν, ἐν ᾧ ἐ­φι­λο­τε­χνεί­την, λα­θὼν εἰ­σέρ­χε­ται, καὶ κλέ­ψας τήν τε ἔ­μπυ­ρον τέ­χνην τὴν τοῦ ῾Η­φαί­στου καὶ τὴν ἄλ­λην τὴν τῆς ᾿Α­θη­νᾶς δί­δω­σιν ἀν­θρώ­πῳ, καὶ ἐκ τού­του εὐ­πο­ρί­α μὲν ἀν­θρώ­πῳ τοῦ βί­ου γί­γνε­ται, Προ­μη­θέ­α δὲ δι­’ ᾿Ε­πι­μη­θέ­α ὕ­στε­ρον, ᾗ­περ λέ­γε­ται, κλο­πῆς δί­κη με­τῆλ­θεν.

Α. Να μεταφραστεί το απόσπασμα: «. ἀ­πο­ρί­ᾳ οὖν σχό­με­νος ὁ Προ­μη­θεὺς…….. . ἀ­πο­ρί­ᾳ οὖν σχό­με­νος ὁ Προ­μη­θεὺς».

(ΜΟΝΑΔΕΣ 10)

Β.1. Να σχολιαστεί η φράση : «Η­φαί­στου καὶ ᾿Α­θη­νᾶς τὴν ἔ­ντε­χνον σο­φί­αν σὺν πυ­ρί».              

(ΜΟΝΑΔΕΣ 15)

Β.2.  Ποια ήταν η σημασία των δώρων του Προμηθέα για τον άνθρωπο;

(ΜΟΝΑΔΕΣ 15)

Β.3.  Να γράψετε από δύο ομμόριζα (απλά ή σύνθετα) για τις λέξεις : σχό­με­νος,  κτη­τήν, εἱ­μαρ­μέ­νη, εἰ­σελ­θεῖν, ὕ­στε­ρον.                                                                                                                                                                              

(ΜΟΝΑΔΕΣ 10)

Μέρκατας Γιώργος*
Φιλόλογος, ΜSC Συστηματικής Φιλοσοφίας

© schooltime.gr