Φιλοσοφικός Λόγος Γ΄ Λυκείου-5η Ενότητα Πρωταγόρας – Κριτηριο Αξιολόγησης

῞Ι­να δὲ μὴ οἴ­ῃ ἀ­πα­τᾶ­σθαι ὡς τῷ ὄ­ντι ἡ­γοῦ­νται πά­ντες ἄν­θρω­ποι πά­ντα ἄν­δρα με­τέ­χειν δι­και­ο­σύ­νης τε καὶ τῆς ἄλ­λης πο­λι­τι­κῆς ἀ­ρε­τῆς, τό­δε αὖ λα­βὲ τε­κμή­ρι­ον. ἐν γὰρ ταῖς ἄλ­λαις ἀ­ρε­ταῖς, ὥ­σπερ σὺ λέ­γεις, ἐ­άν τις φῇ ἀ­γα­θὸς αὐ­λη­τὴς εἶ­ναι, ἢ ἄλ­λην ἡ­ντι­νοῦν τέ­χνην ἣν μή ἐ­στιν, ἢ κα­τα­γε­λῶ­σιν ἢ χα­λε­παί­νου­σιν, καὶ οἱ οἰ­κεῖ­οι ἡ­γοῦ­νται νου­θε­τοῦ­σιν ὡς μαι­νό­με­νον· ἐν δὲ δι­και­ο­σύ­νῃ καὶ ἐν τῇ ἄλ­λῃ πο­λι­τι­κῇ ἀ­ρε­τῇ, ἐ­άν τι­να καὶ εἰ­δῶ­σιν ὅ­τι ἄ­δι­κός ἐ­στιν, ἐ­ὰν οὗ­τος αὐ­τὸς κα­θ’ αὑ­τοῦ τἀ­λη­θῆ λέ­γῃ ἐ­να­ντί­ον π,ολ­λῶν, ὃ ἐ­κεῖ σω­φρο­σύ­νην ἡ­γοῦ­ντο εἶ­ναι, τἀ­λη­θῆ λέ­γειν, ἐ­νταῦ­θα μα­νί­αν, καί φα­σιν πά­ντας δεῖν φά­ναι εἶ­ναι δι­καί­ους, ἐ­ά­ντε ὦ­σιν ἐ­ά­ντε μή, ἢ μαί­νε­σθαι τὸν μὴ προ­σποι­ού­με­νον [δι­και­ο­σύ­νην]· ὡς ἀ­να­γκαῖ­ον οὐ­δέ­να ὅ­ντι­ν’ οὐ­χὶ ἁ­μῶς γέ πως με­τέ­χειν αὐ­τῆς, ἢ μὴ εἶ­ναι ἐν ἀν­θρώ­ποις. ῞Ο­τι μὲν οὖν πά­ντ’ ἄν­δρα εἰ­κό­τως ἀ­πο­δέ­χο­νται πε­ρὶ ταύ­της τῆς ἀ­ρε­τῆς σύμ­βου­λον δι­ὰ τὸ ἡ­γεῖ­σθαι πα­ντὶ με­τεῖ­ναι αὐ­τῆς, ταῦ­τα λέ­γω· ὅ­τι δὲ αὐ­τὴν οὐ φύ­σει ἡ­γοῦ­νται εἶ­ναι οὐ­δ’ ἀ­πὸ τοῦ αὐ­το­μά­του, ἀλ­λὰ δι­δα­κτόν τε καὶ ἐξ ἐ­πι­με­λεί­ας πα­ρα­γί­γνε­σθαι ᾧ ἂν πα­ρα­γί­γνη­ται, τοῦ­τό σοι με­τὰ τοῦ­το πει­ρά­σο­μαι ἀ­πο­δεῖ­ξαι. ὅ­σα γὰρ ἡ­γοῦ­νται ἀλ­λή­λους κα­κὰ ἔ­χειν ἄν­θρω­ποι φύ­σει ἢ τύ­χῃ, οὐ­δεὶς θυ­μοῦ­ται οὐ­δὲ νου­θε­τεῖ οὐ­δὲ δι­δά­σκει οὐ­δὲ κο­λά­ζει τοὺς ταῦ­τα ἔ­χο­ντας, ἵ­να μὴ τοι­οῦ­τοι ὦ­σιν, ἀλ­λ’ ἐ­λε­οῦ­σιν· οἷ­ον τοὺς αἰ­σχροὺς ἢ σμι­κροὺς ἢ ἀ­σθε­νεῖς τίς οὕ­τως ἀ­νό­η­τος ὥ­στε τι τού­των ἐ­πι­χει­ρεῖν ποι­εῖν; ταῦ­τα μὲν γὰρ οἶ­μαι ἴ­σα­σιν ὅ­τι φύ­σει τε καὶ τύ­χῃ τοῖς ἀν­θρώ­ποις γί­γνε­ται, τὰ κα­λὰ καὶ τἀ­να­ντί­α τού­τοις· ὅ­σα δὲ ἐξ ἐ­πι­με­λεί­ας καὶ ἀ­σκή­σε­ως καὶ δι­δα­χῆς οἴ­ο­νται γί­γνε­σθαι ἀ­γα­θὰ ἀν­θρώ­ποις, ἐ­άν τις ταῦ­τα μὴ ἔ­χῃ, ἀλ­λὰ τἀ­να­ντί­α τού­των κα­κά, ἐ­πὶ τού­τοις που οἵ τε θυ­μοὶ γί­γνο­νται καὶ αἱ κο­λά­σεις καὶ αἱ νου­θε­τή­σεις. ὧν ἐ­στιν ἓν καὶ ἡ ἀ­δι­κί­α καὶ ἡ ἀ­σέ­βει­α καὶ συλ­λή­βδην πᾶν τὸ ἐ­να­ντί­ον τῆς πο­λι­τι­κῆς ἀ­ρε­τῆς·

1. Να μεταφραστεί το απόσπασμα: ῞Ο­τι μὲν οὖν πά­ντ’ ἄν­δρα εἰ­κό­τως… ὦ­σιν, ἀλ­λ’ ἐ­λε­οῦ­σιν·.

(Μονάδες 10)

2. Ποια είναι η γνώμη του Πρωταγόρα για τα προτερήματα και τα ελαττώματα των ανθρώπων;Ποια στάση τηρούν οι άνθρωποι συνήθως απέναντι σε αυτό;

(Μονάδες 15)

3. ο φσει λλ διδακτν: Ποιο είναι το νόημα της διάκρισης αυτής και ποια σχέση έχει με τη διάκριση φύσης και νόμου των σοφιστών;

(Μονάδες 15)

4. Να δώσετε από δύο ομόρριζα στη ν.ε για τις λέξεις: ἡ­γοῦ­νται, ἀ­πο­δεῖ­ξαι, ἀ­νό­η­τος, ἴ­σα­σιν, ἐ­στιν.

(Μονάδες 10)

Μέρκατας Γιώργος*
Φιλόλογος, ΜSC Συστηματικής Φιλοσοφίας

© schooltime.gr