«Επιρρηματική Μετοχή: Ασκήσεις – Συντακτικό Αρχαίας Ελληνικής» της Έρης Ναθαναήλ«Επιρρηματική Μετοχή: Ασκήσεις – Συντακτικό Αρχαίας Ελληνικής» της Έρης Ναθαναήλ

Να αναγνωριστούν οι μετοχές των ακόλουθων παραδειγμάτων και να μεταφραστούν τα παραδείγματα:

 

 

 

  1. Καὶ ὁ Γύλιππος ἧκεν ἐς τὰς Συρακούσας ἄγων στρατιάν.
  1. Τισσαφέρνης ἐπιορκήσας πολεμίους τοὺς θεοὺς ἐκτήσατο.
  1. Τοῦτο λέξων ἔρχομαι.
  1. ῞Ατε ἐξαίφνης ἐπιπεσόντες πολλὰ ἀνδράποδα ἔλαβον.
  1. Νικήσαντες ἁπάντων τούτων ὑμεῖς κύριοι ἔσεσθε.
  1. Οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνι ὄντι.
  1. Τροπαῖον ἔστησαν οἱ Κερκυραῖοι ὡς νενικηκότες.
  1. Καλλικρατίδας παρεσκευάζετο ὡς ἀπαντησόμενος τοῖς πολεμίοις.
  1. Ἐπορεύοντο κατοψόμενοι τοὺς πολεμίους.
  1. Δερκυλίδας ἄρξων ἀφίκετο ἐπὶ τὸ στράτευμα. 
  1. Ταῦτα γιγνώσκων πράττοις ἂν ἄριστα.
  1. ῾Ομολογῶν μὲν ἀδικῶν ἀποθνῄσκει , ἐὰν δὲ ἀμφισβητῇ , ἐλέγχεται. 
  1. Τροπαῖον ἔστησαν ὡς νενικηκότες.
  1. Πολλοὶ ὄντες εὐγενεῖς εἰσὶ κακοί.
  1. Οἱ βάρβαροι ἀπῆλθον οὐδὲν ἀποκρινόμενοι. 
  1. Οὗτος καὶ ἐπὶ θάνατον ἀγόμενος οὐκ ἐπαύσατο διισχυριζόμενος ὅτι ἀναίτιός ἐστιν.
  1. Προσεκύνησαν τὸν ἄρχοντα καίπερ εἰδότες ὅτι ἐπὶ θάνατον ἄγοιτο.
  1. Συναγαγὼν τοὺς στρατιώτας ἔλεξε τοιάδε. 
  1. Οἱ Πέρσαι εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχειν τε καὶ ἄρχεσθαι.
  1. Ὁ μέντοι Ἀγησίλαος ἐκείνους καίπερ ὁρῶν οὐκ ἐδίωκεν.
  1. Προείλετο μᾶλλον τοῖς νόμοις ἐμμένων ἀποθανεῖν ἢ παρανομῶν ζῆν.
  1. Οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμένοις παραδείγμασιν ἀλλ᾿ οἰκείοις εὐδαίμοσιν ἔξεστι γενέσθαι.
  1. Τοὺς φίλους εὐεργετοῦντες καὶ τοὺς ἐχθροὺς δυνήσεσθε κολάζειν.
  1. Ἕλληνες ὄντες κατὰ τῆς Ἑλλάδος ἐμάχοντο.
  1. Τούτων οὐδὲν ποιήσας διὰ τοὺς σοὺς λόγους ἀξιοῖς με ἀπολέσθαι.